Ajax Multi-Commentary
A digital platform for the comparative analysis of commentaries on Sophocles’ Ajax
Change critical text
Navigation
Filter glosses
ΧΟΡΟΣ
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
134Σαλαμῖνος ἔχων βάθρον ἀγχίαλον,
135σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω·
136σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
137λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
138μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
139πτηνῆς ὡς ὄμμα πελείας.
140ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
141μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς
142ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
143λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν
144βοτὰ καὶ λείαν,
145ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,
146κτείνοντʼ αἴθωνι σιδήρῳ.
147τοιούσδε λόγους ψιθύρους πλάσσων
148εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
149καὶ σφόδρα πείθει. περὶ γὰρ σοῦ νῦν
150εὔπειστα λέγει, καὶ πᾶς ὁ κλυὼν
151τοῦ λέξαντος χαίρει μᾶλλον
152τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
153τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
154οὐκ ἂν ἁμάρτοι· κατὰ δʼ ἄν τις ἐμοῦ
155τοιαῦτα λέγων οὐκ ἂν πείθοι.
156πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.
157καίτοι σμικροὶ μεγάλων χωρὶς
158σφαλερὸν πύργου ῥῦμα πέλονται·
159μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν
160καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων.
161ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους
162τούτων γνώμας προδιδάσκειν.
163ὑπὸ τοιούτων ἀνδρῶν θορυβῇ
164χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ
165ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
166ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν,
167παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι·
168μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες
169τάχʼ ἄν, ἐξαίφνης εἰ σὺ φανείης,
170σιγῇ πτήξειαν ἄφωνοι.
171ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις—
172ὦ μεγάλα φάτις, ὦ
173μᾶτερ αἰσχύνας ἐμᾶς—
174ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
175ἦ πού τινος νίκας ἀκαρπώτου χάριν,
176ἦρα κλυτῶν ἐνάρων
177ψευσθεῖσʼ, ἀδώροις εἴτʼ ἐλαφαβολίαις
178ἢ χαλκοθώραξ σοί τινʼ Ἐνυάλιος
179μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
180μαχαναῖς ἐτείσατο λώβαν;
181οὔποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά,
182παῖ Τελαμῶνος, ἔβας
183τόσσον ἐν ποίμναις πίτνων·
184ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοι
185καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
186εἰ δʼ ὑποβαλλόμενοι
187κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς,
188χὠ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
189μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαις
190ἐμμένων κακὰν φάτιν ἄρῃ.
191ἀλλʼ ἄνα ἐξ ἑδράνων
192ὅπου μακραίωνι
193στηρίζῃ ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷ,
194ἄταν οὐρανίαν φλέγων.
195ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβηθʼ
196ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
197πάντων βακχαζόντων
198γλώσσαις βαρυάλγητʼ·
199ἐμοὶ δʼ ἄχος ἕστακεν.
200