Ajax Multi-Commentary
A digital platform for the comparative analysis of commentaries on Sophocles’ Ajax
Change critical text
Navigation
Filter glosses
ΑΓΓΕΛΟΣ
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,
719Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
720κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
721κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
722στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
723μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν
724ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ,
725τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατῷ
726ξύναιμον ἀποκαλοῦντες, ὥς τʼ οὐκ ἀρκέσοι
727τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
728ὥστʼ ἐς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
729κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
730λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω
731ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
732ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;
733τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
734ΧΟΡΟΣ
οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
735βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
736ΑΓΓΕΛΟΣ
ἰοὺ ἰού.
737βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν
738πέμπων ἔπεμψεν, ἢ ʼφάνην ἐγὼ βραδύς.
739ΧΟΡΟΣ
τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον;
740ΑΓΓΕΛΟΣ
τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
741μὴ ʼξω παρεῖναι, πρὶν παρὼν αὐτὸς τύχῃ.
742ΧΟΡΟΣ
ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιον τραπεὶς
743γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
744ΑΓΓΕΛΟΣ
ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
745εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
746ΧΟΡΟΣ
ποὶον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει;
747ΑΓΓΕΛΟΣ
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
748ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
749Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
750ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
751θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ
752εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
753Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,
754εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
755ἐλᾷ γὰρ αὐτὸν τήνδʼ ἔθʼ ἡμέραν μόνην
756δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
757τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
758πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
759ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
760βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.
761κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος
762ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
763ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, “τέκνον, δορὶ
764βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν.”
765ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο,
766“πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
767κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα
768κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.”
769τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον
770δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν
771ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
772τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·
773“ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
774ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐνρήξει μάχη.”
775τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
776ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.
777ἀλλʼ εἴπερ ἔστι τῇδʼ ἔθʼ ἡμέρᾳ, τάχʼ ἂν
778γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.
779τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας
780πέμπει μέ σοι φέροντα τάσδʼ ἐπιστολὰς
781Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,
782οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
783ΧΟΡΟΣ
ὦ δαΐα Τέκμησσα, δυσμόρων γένος,
784ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ.
785ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
786ΤΕΚΜΗΣΣΑ
τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
787κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
788ΧΟΡΟΣ
τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
789Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ.
790ΤΕΚΜΗΣΣΑ
οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
791ΑΓΓΕΛΟΣ
οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,
792θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
793ΤΕΚΜΗΣΣΑ
καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.
794ΑΓΓΕΛΟΣ
ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
795σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.
796ΤΕΚΜΗΣΣΑ
ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
797ΑΓΓΕΛΟΣ
πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον
798τὴν ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
799ΤΕΚΜΗΣΣΑ
οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών;
800ΑΓΓΕΛΟΣ
τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν
801τὴν νῦν ὃ τούτῳ θάνατον ἢ βίον φέρει.
802ΤΕΚΜΗΣΣΑ
οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,
803καὶ σπεύσαθʼ οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
804οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους
805ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
806ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
807καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
808οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.
809ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω.
810χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμή.
811σῴζειν θέλοντες ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.
812ΧΟΡΟΣ
χωρεῖν ἑτοῖμος, κοὐ λόγῳ δείξω μόνον.
813τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται.
814ΑΙΑΣ
ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
815γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή,
816δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
817μάλιστα μισηθέντος, ἐχθίστου θʼ ὁρᾶν.
818πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
819σιδηροβρῶτι θηγάνῃ νεηκονής·
820ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ,
821εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.
822οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
823σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
824αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαβεῖν.
825πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν
826Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
827πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
828καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
829ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ.
830τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα
831πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
832ξὺν ἀσφαδᾴστῳ καὶ ταχεῖ πηδήματι
833πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
834καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
835ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
836σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
837πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.
838καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
839ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ
840αὐτοσφαγῆ πίπτοντα· τὼς αὐτοσφαγεῖς
841πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
842ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,
843γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
844σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
845Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
846ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
847ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν
848γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
849ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν,
850ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
851ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην·
852ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
853ὦ θάνατε θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών·
854καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
855σὲ δʼ ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
856καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
857πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.
858ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
859Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,
860κλειναί τʼ Ἀθῆναι, καὶ τὸ σύντροφον γένος,
861κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωικὰ
862πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·
863τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
864τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
865